Hicks · trans. R. D. Hicks (1925)
Again: If anyone is in Megara, he is not in Athens: now there is a man in Megara, therefore there is not a man in Athens. Again: If you say something, it passes through your lips: now you say wagon, consequently a wagon passes through your lips. And further: If you never lost something, you have it still; but you never lost horns, ergo you have horns. Others attribute this to Eubulides.
There are people who run Chrysippus down as having written much in a tone that is gross and indecent. For in his work On the ancient Natural Philosophers at line 600 or thereabouts he interprets the story of Hera and Zeus coarsely, with details which no one would soil his lips by repeating.
trans. R. D. Hicks (1925) · CC BY-SA
Greek · Greek text, ed. 1925
ἄλλο· εἴ τίς ἐστιν ἐν Μεγάροις, οὐκ ἔστιν ἐν Ἀθήναις· ἄνθρωπος δʼ ἐστὶν ἐν Μεγάροις· οὐκ ἄρʼ ἐστὶν ἄνθρωπος ἐν Ἀθήναις. καὶ πάλιν· εἴ τι λαλεῖς, τοῦτο διὰ τοῦ στόματός σου διέρχεται· ἅμαξαν δὲ λαλεῖς· ἅμαξα ἄρα διὰ τοῦ στόματός σου διέρχεται. καί· εἴ τι οὐκ ἀπέβαλες, τοῦτʼ ἔχεις· κέρατα δʼ οὐκ ἀπέβαλες· κέρατʼ ἄρʼ ἔχεις. οἱ δʼ Εὐβουλίδου τοῦτό φασιν.
Εἰσὶ δὲ οἳ κατατρέχουσι τοῦ Χρυσίππου ὡς πολλὰ αἰσχρῶς καὶ ἀρρήτως ἀναγεγραφότος. ἐν μὲν γὰρ τῷ Περὶ τῶν ἀρχαίων φυσιολόγων συγγράμματι αἰσχρῶς τὰ περὶ τὴν Ἥραν καὶ τὸν Δία ἀναπλάττει, λέγων κατὰ τοὺς ἑξακοσίους στίχους ἃ μηδεὶς ἠτυχηκὼς μολύνειν τὸ στόμα εἴποι ἄν.
Greek text, ed. 1925 · CC BY-SA